# Οἰκουμενικὴ Διακήρυξις Τῶν Ἀνθρωπίνων Δικαιωμάτων (Ἰδιωτικὴ Μετάφρασις)


## Προοίμιον

**Ἐπειδὴ** ἡ ἀναγνώρισις τῆς ἐμφύτου ἀξίας πάντων τῶν μελῶν τῆς ἀνθρωπίνης συγγενείας καὶ τῶν ἴσων καὶ ἀναλλοτριώτων δικαιωμάτων αὐτῶν ἐστι τὸ θεμέλιον τῆς ἐλευθερίας, τῆς δικαιοσύνης καὶ τῆς εἰρήνης ἐν τῷ κόσμῳ,

**Ἐπειδὴ** ἡ ἄγνοια καὶ ἡ καταφρόνησις τῶν δικαιωμάτων τοῦ ἀνθρώπου εἰς βάρβαρα ἔργα ἐξήνεγκεν ἃ τὴν συνείδησιν τοῦ ἀνθρωπίνου γένους λελύμανται, καὶ ἡ τοῦ κόσμου ἐπιδημία ἐν ᾧ ἄνθρωποι λέγειν τε καὶ πιστεύειν ἐλεύθεροι ἔσονται, φόβου τε καὶ ἐνδείας ἀπηλλαγμένοι, ὑψίστη τοῦ δήμου ἐπιθυμία ἀνηγόρευται,

**Ἐπειδὴ** ἀναγκαῖόν ἐστι τοὺς τοῦ ἀνθρώπου δικαιώματα ὑπὸ νόμου κράτει φυλάττεσθαι, ἵνα μὴ ἀναγκάζηται ὁ ἄνθρωπος ἐπὶ τὴν ἐσχάτην καταφυγήν, τὴν κατὰ τυραννίδος καὶ δυναστείας ἐπανάστασιν, τρέπεσθαι,

**Ἐπειδὴ** ἀναγκαῖόν ἐστι τὴν αὔξησιν τῶν φιλικῶν σχέσεων μεταξὺ τῶν ἐθνῶν προάγεσθαι,

**Ἐπειδὴ** οἱ λαοὶ τῶν Ἡνωμένων Ἐθνῶν ἐν τῷ Καταστατικῷ Χάρτῃ τὴν πίστιν αὖθις ἐβεβαιώσαντο τὴν εἰς τὰ θεμελιώδη τοῦ ἀνθρώπου δικαιώματα, εἰς τὴν ἀξίαν καὶ τὴν τιμὴν τοῦ ἀνθρωπίνου προσώπου, εἰς τὴν ἰσότητα τῶν δικαιωμάτων ἀνδρῶν τε καὶ γυναικῶν, καὶ προύθεντο κοινωνικήν τε πρόοδον καὶ βελτίους βίου συνθήκας ἐν μείζονι ἐλευθερίᾳ προάγειν,

**Ἐπειδὴ** τὰ Κράτη Μέλη ἀνείληφαν, συνεργαζόμενα μετὰ τῶν Ἡνωμένων Ἐθνῶν, τὴν καθόλου τήρησίν τε καὶ συμμόρφωσιν πρὸς τὰ δικαιώματα τοῦ ἀνθρώπου καὶ τὰς θεμελιώδεις ἐλευθερίας διασφαλίζεσθαι,

**Ἐπειδὴ** ἡ τούτων τῶν δικαιωμάτων καὶ ἐλευθεριῶν κοινὴ σύνεσις πρὸς τὴν πλήρη ἐκπλήρωσιν ταύτης τῆς ἀναλήψεως μεγίστην ἔχει σπουδαιότητα,

**Νῦν οὖν**

**Ἡ Συνέλευσις**

**Διακηρύττει** τήνδε τὴν Οἰκουμενικὴν Διακήρυξιν τῶν Ἀνθρωπίνων Δικαιωμάτων, ὡς κοινὸν παράδειγμα οὗ στοχάζεσθαι πάντας λαοὺς πάντα τε ἔθνη δεῖ, ἵνα πάντα μὲν τὰ ἄτομα πάντα δὲ τὰ τῆς κοινωνίας ὄργανα, ταύτην τὴν Διακήρυξιν διὰ παντὸς πρὸ ὀφθαλμῶν ἔχοντα, διὰ διδαχῆς τε καὶ παιδείας πρὸς αὔξησιν τῆς τηρήσεως τῶνδε τῶν δικαιωμάτων καὶ ἐλευθεριῶν ἀγωνίζηται, διὰ προϊουσῶν τε μέτρων ἐθνικῶν τε καὶ διεθνῶν τὴν καθόλου καὶ ἐνεργῆ τούτων ἀναγνώρισίν τε καὶ συμμόρφωσιν διασφαλίζηται, ἔν τε τοῖς λαοῖς αὐτῶν τῶν Κρατῶν Μελῶν καὶ ἐν τοῖς λαοῖς τῶν ὑπὸ τὴν δικαιοδοσίαν αὐτῶν τελούντων χωρῶν.

---

## Ἄρθρον αʹ

Πάντες οἱ ἄνθρωποι ἐλεύθεροι καὶ ἴσοι τῇ τε ἀξίᾳ καὶ τοῖς δικαιώμασι γίγνονται. Λόγου καὶ συνειδήσεως μετέχοντες, ὀφείλουσι πρὸς ἀλλήλους ἀδελφικῶς προσφέρεσθαι.

## Ἄρθρον βʹ

Ἕκαστος ἀνθρώπων πάντων τῶν δικαιωμάτων καὶ πασῶν τῶν ἐλευθεριῶν τῶν ἐν τῇ παρούσῃ Διακηρύξει κατηγγελμένων δύναται μετέχειν, ἄνευ διακρίσεως οἱασοῦν, οἷον γένους, χρώματος, φύλου, γλώττης, θρησκείας, δόξης πολιτικῆς ἢ ἣστινος ἄλλης, προελεύσεως ἐθνικῆς ἢ κοινωνικῆς, περιουσίας, γονῶν ἢ ἧστινος ἄλλης καταστάσεως.

Οὐδὲ προσέτι διάκρισις γενήσεται κατὰ τὸ πολιτικὸν ἢ δικαιοδοτικὸν ἢ διεθνὲς καθεστὼς τῆς χώρας ἧς τίς ἐστι, εἴτε αὐτόνομος ἐκείνη ἐστὶ ἡ χώρα εἴτε ἐπιτροπῇ ὑποκειμένη εἴτε μὴ αὐτόνομος εἴτε ὑφ᾽ ὁποιᾳδητινοῦν ἄλλῃ ἐξουσίας μειώσει.

## Ἄρθρον γʹ

Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρός τε τὴν ζωὴν καὶ τὴν ἐλευθερίαν καὶ τὴν τοῦ σώματος ἀσφάλειαν.

## Ἄρθρον δʹ

Οὐδεὶς δουλείᾳ ἢ λατρείᾳ καθεχθήσεται· δουλεία δὲ καὶ ἀνδραποδισμὸς ἐν πᾶσι τοῖς εἴδεσιν ἀπηγόρευται.

## Ἄρθρον εʹ

Οὐδεὶς αἰκίαις οὐδὲ τιμωρίαις ἢ μεταχειρίσεσιν ὠμαῖς, ἀπανθρώποις ἢ ταπεινωτικαῖς ὑποβληθήσεται.

## Ἄρθρον ϛʹ

Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πανταχοῦ νομικὸν πρόσωπον ἀναγνωρίζεσθαι.

## Ἄρθρον ζʹ

Πάντες πρὸς τῷ νόμῳ ἴσοι εἰσὶ καὶ ἄνευ διακρίσεως δικαίωμα ἔχουσι πρὸς ἴσην τοῦ νόμου προστασίαν. Πάντες δικαίωμα ἔχουσι πρὸς ἴσην προστασίαν καθ᾽ ἣν ἂν γένηται διάκρισιν παραβαίνουσαν τήνδε τὴν Διακήρυξιν, καὶ καθ᾽ ἧστινος ἂν προκλήσεως εἰς τοιαύτην διάκρισιν.

## Ἄρθρον ηʹ

Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς ἀποτελεσματικὴν βοήθειαν διὰ τῶν ἁρμοδίων ἐθνικῶν δικαστηρίων κατὰ πράξεων παραβαινουσῶν τὰ θεμελιώδη δικαιώματα ἃ ὑπό τε τοῦ πολιτεύματος καὶ ὑπὸ τοῦ νόμου αὐτῷ ἀναγνωρίζεται.

## Ἄρθρον θʹ

Οὐδεὶς αὐθαιρέτως συλλαμβάνεται, κρατεῖται οὐδὲ ἐξορίζεται.

## Ἄρθρον ιʹ

Πᾶς ἄνθρωπος ἐν πλήρει ἰσότητι δικαίωμα ἔχει δικαίας καὶ δημοσίας ἀκροάσεως τυγχάνειν ὑπὸ δικαστηρίου ἀνεξαρτήτου καὶ ἀδεκάστου, ἀποφαινόμενον περὶ τε τῶν δικαιωμάτων καὶ τῶν καθηκόντων αὐτοῦ καὶ περὶ τῆς βάσεως πάσης κατ᾽ αὐτοῦ ποινικῆς αἰτιάσεως.

## Ἄρθρον ιαʹ

αʹ. Πᾶς ἄνθρωπος ἐπ᾽ ἀδικήματι κατηγορούμενος τεκμαίρεται ἀθῷος εἶναι ἕως ἂν ἡ ἐνοχὴ κατὰ νόμον ἐν δημοσίᾳ δίκῃ, πάντων τῶν εἰς ἀπολογίαν ἀναγκαίων ἐφοδίων δεδομένων, ἀποδειχθῇ.

βʹ. Οὐδεὶς καταδικασθήσεται ἐπὶ πράξεσιν ἢ παραλείψεσιν αἵτινες, καθ᾽ ὃν χρόνον ἐπράχθησαν, ἀδίκημα ποινικὸν κατὰ τὸ ἐθνικὸν ἢ διεθνὲς δίκαιον οὐ συνίστων. Μηδὲ βαρυτέρα ποινὴ ἐπιβληθήσεται ἢ ἥτις τῷ καιρῷ τοῦ ἀδικήματος ἐφαρμόσιμος ἦν.

## Ἄρθρον ιβʹ

Οὐδεὶς αὐθαιρέτοις ἐπιμίξεσι κατὰ τοῦ ἰδίου βίου, τῆς οἰκίας, τῆς ἐπιστολικῆς ὁμιλίας ὑποβληθήσεται, οὐδὲ ἐπιθέσει κατὰ τῆς τιμῆς καὶ τοῦ ὀνόματος. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς τὴν ἐκ τοῦ νόμου προστασίαν κατὰ τοιούτων ἐπιμίξεων ἢ τοιούτων ἐπιθέσεων.

## Ἄρθρον ιγʹ

αʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει ἐλευθέρως μετακινεῖσθαί τε καὶ οἰκεῖν ἐντὸς τῶν ὁρίων ἑκάστης ἐπικρατείας.

βʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πᾶσαν χώραν, καὶ τὴν ἑαυτοῦ, ἐξιέναι τε καὶ εἰς τὴν ἑαυτοῦ πάλιν ἐπανιέναι.

## Ἄρθρον ιδʹ

αʹ. Πᾶς ἄνθρωπος, διωγμὸν φεύγων, δικαίωμα ἔχει ἐν ἄλλαις χώραις ἄσυλον ζητεῖν τε καὶ τυγχάνειν.

βʹ. Τούτῳ τῷ δικαιώματι οὐκ ἔστιν ἐπικαλεῖσθαι ἐπὶ διώξεσι τῷ ὄντι ἀπὸ κοινοῦ ἐγκλήματος ἢ πράξεων ἐναντίων τοῖς σκοποῖς καὶ ταῖς ἀρχαῖς τῶν Ἡνωμένων Ἐθνῶν.

## Ἄρθρον ιεʹ

αʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς ἰθαγένειαν.

βʹ. Οὐδεὶς αὐθαιρέτως ἰθαγενείας ἀφαιρεθήσεται, οὐδὲ τοῦ δικαιώματος μεταλλάττειν ἰθαγένειαν στερήσεται.

## Ἄρθρον ιϛʹ

αʹ. Οἱ ἄνδρες καὶ αἱ γυναῖκες ἀφικομένων εἰς γάμου ἡλικίαν, ἄνευ μηδεμιᾶς κωλύσεως κατὰ γένος, ἰθαγένειαν ἢ θρησκείαν, δικαίωμα ἔχουσι γαμεῖν καὶ οἰκογένειαν κτίζεσθαι. Ἴσα δικαιώματα ἔχουσι περί τε τὸν γάμον, ἐν τῷ γάμῳ, καὶ ἐπὶ τῇ λύσει αὐτοῦ.

βʹ. Γάμος οὐ συνάπτεται μὴ οὐχὶ ἐλευθέρας τε καὶ πλήρους συγκαταθέσεως τῶν γαμούντων.

γʹ. Ἡ οἰκογένειά ἐστι φυσικὸν καὶ θεμελιῶδες στοιχεῖον τῆς κοινωνίας, καὶ δικαίωμα ἔχει πρὸς προστασίαν ὑπό τε τῆς κοινωνίας καὶ τοῦ κράτους.

## Ἄρθρον ιζʹ

αʹ. Πᾶς ἄνθρωπος, εἴτε μόνος εἴτε μεθ᾽ ἑτέρων, δικαίωμα ἔχει κτῆσιν ἰδίαν κεκτῆσθαι.

βʹ. Οὐδεὶς αὐθαιρέτως τῆς ἑαυτοῦ κτήσεως στερήσεται.

## Ἄρθρον ιηʹ

Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς ἐλευθερίαν διανοίας, συνειδήσεως καὶ θρησκείας· τοῦτο τὸ δικαίωμα περιλαμβάνει τήν τε ἐλευθερίαν θρησκείαν ἢ πίστιν μεταβάλλειν, καὶ τὴν ἐλευθερίαν μόνῳ ἢ μετ᾽ ἄλλων, δημοσίᾳ τε καὶ ἰδίᾳ, διὰ διδασκαλίας, πράξεως, λατρείας τε καὶ ἱερουργίας ἐκφαίνειν.

## Ἄρθρον ιθʹ

Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς ἐλευθερίαν γνώμης τε καὶ ῥήσεως· τοῦτο τὸ δικαίωμα περιλαμβάνει τὴν ἐλευθερίαν γνώμας ἔχειν ἀνεπιμείκτως, καὶ τὸ ζητεῖν, λαμβάνειν καὶ μεταδιδόναι πληροφορίας καὶ ἰδέας δι᾽ οἵου ἂν ᾖ μέσου, μηδὲν συνόρων φροντίζοντα.

## Ἄρθρον κʹ

αʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς ἐλευθερίαν συναθροίσεών τε καὶ συνεταιρισμῶν εἰρηνικῶν.

βʹ. Οὐδεὶς ἀναγκάζεται ἀκουσίως εἶναί τινος συνεταιρισμοῦ.

## Ἄρθρον καʹ

αʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει μετέχειν τῆς διοικήσεως τῶν δημοσίων πραγμάτων τῆς ἑαυτοῦ χώρας, εἴτε ἀμέσως εἴτε δι᾽ ἀντιπροσώπων ἐλευθέρως ᾑρημένων.

βʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει ἐξ ἴσου πρὸς δημοσίας ἀρχὰς τῆς ἑαυτοῦ χώρας προσέρχεσθαι.

γʹ. Τὸ βούλημα τοῦ δήμου ἐστὶ θεμέλιον τῆς ἀρχῆς ἐξουσίας· δεῖ οὖν τοῦτο τὸ βούλημα ἐκφράζεσθαι δι᾽ ἐκλογῶν ἀληθῶν, ἃς περιοδικῶς γίγνεσθαι δεῖ κατὰ ψηφοφορίαν ἴσην τε καὶ καθολικήν, κρύβδην ψήφου φερομένης ἢ κατ᾽ ἰσοδύναμον δικονομίαν τὴν ἐλευθερίαν τῆς ψήφου διασφαλίζουσαν.

## Ἄρθρον κβʹ

Πᾶς ἄνθρωπος, ὡς μέλος τῆς κοινωνίας, δικαίωμα ἔχει πρὸς ἀσφάλειαν δημοσίαν· δικαιοῦται δὲ τυγχάνειν, δι᾽ ἐθνικῆς ἐπιμελείας καὶ διεθνοῦς συνεργασίας, κατὰ τε τὴν σύνταξιν καὶ κατὰ τοὺς πόρους ἑκάστης χώρας, ἱκανώσεως τῶν τε οἰκονομικῶν καὶ κοινωνικῶν πολιτιστικῶν τε δικαιωμάτων, ὧν ἀναγκαίων ὄντων πρός τε τὴν ἀξίαν τοῦ ἀνθρώπου καὶ τὴν ἐλευθέραν ἀνάπλασιν τῆς προσωπικότητος.

## Ἄρθρον κγʹ

αʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς ἐργασίαν, πρὸς ἐλευθέραν αἵρεσιν ἐργασίας, πρὸς δικαίας καὶ ἱκανὰς ἐργασίας συνθήκας, καὶ πρὸς προφυλακὴν ἀπεργίας.

βʹ. Πάντες, ἄνευ μηδεμιᾶς διακρίσεως, δικαίωμα ἔχουσι πρὸς ἴσον μισθὸν ἴσης ἐργασίας.

γʹ. Πᾶς ἐργαζόμενος δικαίωμα ἔχει δικαίας καὶ ἱκανῆς ἀμοιβῆς, παρεχούσης τῷ τε ἐργαζομένῳ καὶ τῇ οἰκίᾳ αὐτοῦ ζωὴν τῇ ἀνθρωπίνῃ ἀξίᾳ πρέπουσαν, συμπληρουμένης δέ, ἂν δέῃ, δι᾽ ἄλλων δημοσίᾳ προνοίᾳ μηχανημάτων.

δʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει μετ᾽ ἄλλων συντεχνίας συνιστάναι τε καὶ μετέχειν πρὸς φυλακὴν τῶν ἑαυτοῦ συμφερόντων.

## Ἄρθρον κδʹ

Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς ἀνάπαυσίν τε καὶ σχολήν, πρός τε λογικὴν ὡρισμένου χρόνου ἐργασίας μέτρησιν καὶ πρὸς ἑορτὰς μισθοφόρους διὰ παντὸς χρόνου.

## Ἄρθρον κεʹ

αʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει βίου ζῆν ἀποχρῶντος πρός γε ὑγιείας ἕνεκα καὶ εὐετηρίας τῇ τε ἑαυτοῦ καὶ τῇ τῶν ἑαυτοῦ· ταῦτα δ᾽ ἐστὶ μάλιστα μὲν τροφή, ἐσθής, οἴκησις, ἰατρεία, θεραπεῖαί τε δημόσιαι δέουσαι. Καὶ δή, δικαίωμα ἔχει πρὸς ἀσφάλειαν ἐν πτώσει ἀεργίας, νόσου, πηρώσεως, χηρείας, γήρως ἢ ἄλλης πέρι στερήσεως τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων ἐκ περιστάσεων ἀβουλήτων.

βʹ. Αἱ μητέρες καὶ τὰ βρέφη δικαίωμα ἔχουσι πρὸς ἰδιαιτέραν βοήθειάν τε καὶ θεραπείαν. Πάντα τὰ παιδία, εἴτε ἐντὸς εἴτε ἐκτὸς γάμου γεγονότα, τῆς αὐτῆς κοινωνικῆς προστασίας μετέχει.

## Ἄρθρον κϛʹ

αʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς παιδείαν. Ἡ παιδεία δωρεὰν παρεχέσθω, τό γε ἐλάχιστον κατά γε τὴν πρώτην τε καὶ στοιχειώδη μάθησιν· αὕτη μὲν οὖν στοιχειώδης μάθησις ὑποχρεωτικὴ ἔστω· ἡ δὲ τεχνικὴ καὶ ἐπαγγελματικὴ παίδευσις κοινοτέρα πᾶσι· ἡ δ᾽ αὖ τῶν ἀνωτέρω σπουδῶν ἔφοδος κατὰ τὴν ἀξίαν ἑκάστῳ ἐξ ἴσου ἀνεῳγμένη ἔστω.

βʹ. Ἡ δέ γε παιδεία ἀποβλεπέτω εἰς τελείαν μὲν τῆς ἀνθρωπίνης φύσεως ἀνάπτυξιν, κρατυσμὸν δὲ τῆς πρὸς τὰ δικαιώματα τοῦ ἀνθρώπου καὶ τὰς θεμελιώδεις ἐλευθερίας τιμῆς. Πρὸς γὰρ κατάληψιν, πρὸς ἀνοχήν, πρὸς φιλίαν παιδευέτω πάντων τῶν ἐθνῶν πασῶν τε τῶν φυλετικῶν ἢ θρησκευτικῶν ὁμάδων· ἐπὶ τούτοις δέ, συμπροθυμείσθω τοῖς τῶν Ἡνωμένων Ἐθνῶν ἔργοις πρὸς σωτηρίαν τῆς εἰρήνης.

γʹ. Οἱ γονεῖς πρῶτοι δικαιοῦνται ἐκλέγειν, παιδείας τρόπον, ὃν ἂν τοῖς σφετέροις τέκνοις παρέχειν βούλωνται.

## Ἄρθρον κζʹ

αʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει ἐλευθέρως μετέχειν μὲν τοῦ πολιτιστικοῦ βίου τῆς κοινότητος, ἀπολαύειν δὲ τῶν τεχνῶν, μετέχειν δὲ τῆς τῶν ἐπιστημῶν προόδου καὶ τῶν ταύτῃ συμβαινόντων ἀγαθῶν.

βʹ. Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς προστασίαν τῶν τε ἠθικῶν καὶ ὧν χρήματα φύεται τε καὶ δημιουργεῖται ἐκ πάσης ἐπιστημονικῆς, φιλολογικῆς ἢ καλλιτεχνικῆς καρπώσεως, ἧς αὐτός ἐστι ποιητής.

## Ἄρθρον κηʹ

Πᾶς ἄνθρωπος δικαίωμα ἔχει πρὸς τοιαύτην σύνταξιν κοινωνικήν τε καὶ διεθνῆ, ἐν ᾗ δυνήσεται πλήρη ἰσχὺν ἴσχειν τὰ δικαιώματα καὶ αἱ ἐλευθερίαι αἱ ἐν τῇ παρούσῃ Διακηρύξει κατηγγελμέναι.

## Ἄρθρον κθʹ

αʹ. Πᾶς ἄνθρωπος καθήκοντα ὀφείλει πρὸς τὴν κοινωνίαν, ἐν ᾗ μόνῃ δυνατὴ ἐλευθέρα τε καὶ τελεία ἐξέλιξις τῆς ἑαυτοῦ φύσεως.

βʹ. Χρώμενος τοῖς ἑαυτοῦ δικαιώμασι καὶ ταῖς ἐλευθερίαις, πᾶς ἄνθρωπος ὑπόκειται μόνοις τοῖς ὑπὸ νόμου διορισθεῖσιν, ὧν εἷς οὗτος σκοπός, τοῦ δικαιώματα καὶ ἐλευθερίας τῶν ἄλλων βεβαίως ἀναγνωρίζεσθαί τε καὶ τιμᾶσθαι, καὶ ταῖς δικαίαις ἠθῶν, τάξεως δημοσίας καὶ κοινῆς εὐδαιμονίας ἀπαιτήσεσιν ἐν δημοκρατικῇ κοινωνίᾳ ἱκανῶς προσέχειν.

γʹ. Ταῦτα δὴ τὰ δικαιώματα καὶ αἱ ἐλευθερίαι οὐδαμῇ ἀσκεῖσθαι δύνανται ἐναντίως τοῖς σκοποῖς καὶ ταῖς ἀρχαῖς τῶν Ἡνωμένων Ἐθνῶν.

## Ἄρθρον λʹ

Τῆσδε τῆς Διακηρύξεως μηδὲν νόημα ἑρμηνεύεσθαι δύναται, ὡς δῆθεν διδὸν εἴτε τινὶ κράτει εἴτε τινὶ ὁμάδι εἴτε τινὶ ἀτόμῳ δικαίωμά τι ἐπ᾽ ἀσκήσει ἢ πράξει τεινούσῃ πρὸς ἀναίρεσιν οἱουδήτινος τῶν δικαιωμάτων ἢ ἐλευθεριῶν τῶν ἐν τῇδε τῇ Διακηρύξει κατηγγελμένων.


---

> Ξυγγραφεύς: [Eleutherus Hēsychius Basiliī](https://www.ehbasilii.com/)  
> URL: https://www.EHBasilii.com/grc/posts/udhr/  

